Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.45 Dem. 22.48 (English) >>Dem. 22.52

22.47βούλομαι δὲ καὶ τὰ πολιτεύματα ἐξετάσαι τοῦ καλοῦ κἀγαθοῦ τούτου, διʼ ὧν οὐκ ἔσθʼ τι τῶν δεινοτάτων ἐλλιπὼν φανήσεται· καὶ γὰρ ἀναιδῆ καὶ θρασὺν καὶ κλέπτην καὶ ὑπερήφανον καὶ πάντα μᾶλλον ἐν δημοκρατίᾳ πολιτεύεσθαι ἐπιτήδειον ὄντʼ αὐτὸν δείξω. καὶ πρῶτον μέν, ἐφʼ μέγιστον φρονεῖ, τὴν τῶν χρημάτων εἴσπραξιν ἐξετάσωμεν αὐτοῦ, μὴ τῇ τούτου προσέχοντες ἀλαζονείᾳ τὸν νοῦν, ἀλλὰ τὸ πρᾶγμα οἷον γέγονεν τῇ ἀληθείᾳ σκοποῦντες. 22.48οὗτος Εὐκτήμονα φήσας τὰς ὑμετέρας ἔχειν εἰσφορὰς καὶ τοῦτʼ ἐξελέγξειν παρʼ αὑτοῦ καταθήσειν, καταλύσας ψηφίσματι κληρωτὴν ἀρχὴν ἐπὶ τῇ προφάσει ταύτῃ, ἐπὶ τὴν εἴσπραξιν παρέδυ. δημηγορίαν δʼ ἐπὶ τούτοις ποιούμενος, ὡς ἔστι τριῶν αἵρεσις, τὰ πομπεῖα κατακόπτειν πάλιν εἰσφέρειν τοὺς ὀφείλοντας εἰσπράττειν, 22.49αἱρουμένων εἰκότως ὑμῶν τοὺς ὀφείλοντας εἰσπράττειν, ταῖς ὑποσχέσεσιν κατέχων καὶ διὰ τὸν καιρὸν ὃς ἦν τότʼ ἔχων ἐξουσίαν, τοῖς μὲν κειμένοις νόμοις περὶ τούτων οὐκ ᾤετο δεῖν χρῆσθαι, οὐδʼ, εἰ μὴ τούτους ἐνόμιζʼ ἱκανούς, ἑτέρους τιθέναι, ψηφίσματα δʼ εἶπεν ἐν ὑμῖν δεινὰ καὶ παράνομα, διʼ ὧν ἠργολάβει καὶ πολλὰ τῶν ὑμετέρων κέκλοφεν, τοὺς ἕνδεκα γράψας ἀκολουθεῖν μεθʼ ἑαυτοῦ. 22.50εἶτʼ ἔχων τούτους ἦγʼ ἐπὶ τὰς ὑμετέρας οἰκίας. καὶ τὸν μὲν Εὐκτήμονα, ὃν εἰσπράξειν καταθήσειν αὐτὸς ἔφη τὰς εἰσφοράς, οὐδὲν εἶχεν ἐλέγχειν περὶ τούτων, ὑμᾶς δʼ εἰσέπραττεν, ὥσπερ οὐ διὰ τὴν Εὐκτήμονος ἔχθραν ἐπὶ ταῦτʼ ἐλθών, ἀλλὰ διὰ τὴν ὑμετέραν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.45 Dem. 22.48 (English) >>Dem. 22.52

Powered by PhiloLogic